Δευτέρα 25 Ιανουαρίου 2016

Γρηγ.Θεολόγου Αλφάβητο πνευμ.προτροπών

Alphabeticum

Βίον πόθησον ἔνθεν ἠγλαϊσμένον.
Γαῖαν βαδίζον, μὴ τὰ τῆς γαίας φρόνει.
∆ίδου πένητι χεῖρα κειμένῳ κάτω.
Ἔργον φέριστον ἠγλαϊσμένον πόθει.
Ζήτει τὰ τέρπνα τῶν ἐκεῖθεν ἐλπίδων.
Ἡ γλῶσσα φαύλων, μήτε τὸ ψεῦδος λέγει.
Θῆρα δρακόντων μὴ γένῃ τῶν δαιμόνων.
Ἴχνη βεβήλων μηδαμῶς ὁδοιπόρει.
Κλαῦσον στέναξον· δάκρυσι πλῦνον ῥύπους.
Λόγους σοφιστῶν τίμα καὶ σοφὸς γένει.
Μὴ τοὺς ἐπαίνους, ἀλλὰ τοὺς ψόγους φίλει.
Ναόν σε δ᾿ αὐτὸν τεῦξον ἡγιασμένον.
Ξένους ξένιζε, ξενοπρεπῶς καὶ τρέφε.
Ὅρκους βδελύσσου ψυχικοὺς ὁδοστάτας.
Πλοῦτόν τε μίσει καὶ τὰ τέρπνα τοῦ βίου.
Ῥευστὸν δὲ κόσμον, ὡς ἀραχνώδει νόει.
Σαρκὸς πόνοις φρόνημα, τῆξον ἐνθέοις.
Τὰ δ᾿ ὅπλα φωτὸς ἀντὶ πορφύρας φόρει.
Ὑψῶν ἑαυτόν, μὴ πέσῃ μέγα βλέπε.
Φόβῳ Θεοῦ κλίνον τε τὸν σὸν αὐχένα.
Χαίρων βάδιζε τὴν ἄνω κατοικίαν.
Ψέγου παρ᾿ ἄλλου μᾶλλον, ἢ θέλε ψέγειν.
Ὦ παῖ, φύλαξον, ταῦτα καὶ μέγας ἔσῃ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου